Psalms 77

1
LXX: Psa.76:1
Εἰς τὸ τέλος, ὑπὲρ Ιδιθουν· τῷ Ασαφ ψαλμός.
LXX: Psa.76:2
φωνῇ μου πρὸς κύριον ἐκέκραξα, Φωνῇ μου πρὸς τὸν θεόν, καὶ προσέσχεν μοι.
2
LXX: Psa.76:3
ἐν ἡμέρᾳ θλίψεώς μου. τὸν θεὸν ἐξεζήτησα, ταῖς χερσίν μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην· ἀπηνήνατο παρακληθῆναι ψυχή μου
3
LXX: Psa.76:4
ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην· ἠδολέσχησα, καὶ ὠλιγοψύχησεν τὸ πνεῦμά μου. διάψαλμα.
4
LXX: Psa.76:5
προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, ἐταράχθην καὶ οὐκ ἐλάλησα.
5
LXX: Psa.76:6
διελογισάμην ἡμέρας ἀρχαίας καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα·
6
LXX: Psa.76:7
νυκτὸς μετὰ τῆς καρδίας μου. ἠδολέσχουν, καὶ ἔσκαλλεν τὸ πνεῦμά μου
7
LXX: Psa.76:8
μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται κύριος καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι;
8
LXX: Psa.76:9
εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει ἀπὸ γενεᾶς εἰς γενεάν;
9
LXX: Psa.76:10
ἐπιλήσεται τοῦ οἰκτιρῆσαι θεὸς συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ; διάψαλμα.
10
LXX: Psa.76:11
καὶ εἶπα Νῦν ἠρξάμην, αὕτη ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου.
11
LXX: Psa.76:12
ἐμνήσθην τῶν ἔργων κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου
12
LXX: Psa.76:13
καὶ μελετήσω ἐν πᾶσιν τοῖς ἔργοις σου καὶ ἐν τοῖς ἐπιτηδεύμασίν σου ἀδολεσχήσω.
13
LXX: Psa.76:14
θεός, ἐν τῷ ἁγίῳ ὁδός σου· τίς θεὸς μέγας ὡς θεὸς ἡμῶν;
14
LXX: Psa.76:15
σὺ εἶ θεὸς ποιῶν θαυμάσια, ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου·
15
LXX: Psa.76:16
ἐλυτρώσω ἐν τῷ βραχίονί σου, τὸν λαόν σου τοὺς υἱοὺς Ιακωβ καὶ Ιωσηφ. διάψαλμα.
16
LXX: Psa.76:17
εἴδοσάν σε ὕδατα, θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν, καὶ ἐταράχθησαν ἄβυσσοι, πλῆθος ἤχους ὑδάτων.
17
LXX: Psa.76:18
φωνὴν ἔδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται·
18
LXX: Psa.76:19
φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ, ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ, ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη γῆ.
19
LXX: Psa.76:20
ἐν τῇ θαλάσσῃ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.
20
LXX: Psa.76:21
ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωυσῆ καὶ Ααρων.
Copyright information for LXX